Instituta Laconia
Plutarch
Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
[*](τα παλαια... επιτηδευματα] omitted in most mss.) τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, διὰ τούτων, φησίν, οὐδεὶς ἐξέρχεται λόγος.
δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ τοῖς νεανίσκοις,[*](τοῖς νεανίσκοις Turnebus, as in the Life of Lycurgus, chap. xii.: τοὺς νεανίσκους.) λέγεται Διονύσιος ὁ τῆς Σικελίας τύραννος τούτου χάριν Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς φειδόμενον ἀναλώματος· ἔπειτα γευσάμενον καὶ δυσχεράναντα ἀποπτύσαι καὶ τὸν μάγειρον εἰπεῖν, ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν γυμνασάμενον Λακωνικῶς καὶ τῷ Εὐρώτᾳ λελουμένον ἐποψᾶσθαι.