Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν μὴ καὶ ἐσθίειν εἶπε βιάζονται;

Πινδάρου γράψαντος Ἑλλάδος ἔρεισμα Ἀθῆναι, Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.

ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας

ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν ἀνδρεῖοί γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών ἐν τῷ πίνακι εἶπε.

πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.

πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα ἄκων ἥμαρτον εἶπέ τις ἄκων τοίνυν καὶ κολάζου.

ἰδών τις ἐν ἀποχωρήσει θακέοντας [*](θακέοντας] θακεύοντας Vit. Lyc. c. 20) ἐπὶ δίφρων ἀνθρώπους μὴ γένοιτο εἶπεν ἐνταῦθα καθίσαι, ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.