Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν ἐλεύθερος εἶναι.

παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπὼν οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών εἴσῃ [*](εἴσῃ] οἰμώξῃ M. οὐκ ὀνήσῃ Cobetus. οἴ σοι vaeh tibi?) τῆς ὠνῆς, ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.

ἕτερος πωλούμενος, εἰπόντος τινὸς ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.

ἄλλος· αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε εἶπεν οὐκ ἐρεῖς αἰχμάλωτον.

Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν εἶπε φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.

ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν εἶπε τὸ φλυαρεῖν.

Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν ὁποῖος καθίσῃς· οἱ μὲν γὰρ

λέοντες βαδίζοντι ὅπα κα λέωντι, [*](ὅπα κα λέωντι *: ἄπο καλέοντι ) τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ [*](τᾷ σκηνᾷ] τᾷ εὐνᾷ) θηρεύομες.

ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν εἶπεν ἅτερος ἀλλʼ ὥσπερ οἱ λέοντες.

χωλὸς ἐπὶ πόλεμον ἐξιών, ἐπακολουθούντων αὐτῷ τινων καὶ γελώντων, ἐπιστραφεὶς εἶπε κακαὶ κεφαλαί, οὐ φεύγοντα δεῖ τοῖς πολεμίοις μάχεσθαι, ἀλλὰ μένοντα καὶ τὴν τάξιν φυλάττοντα.

ἕτερος τοξευθεὶς καὶ ἐκλείπων τὸν βίον οὐχὶ τοῦτο ἔφησεν αὐτῷ μέλειν, [*](μέλειν *: μένειν ) ὅτι ἀποθανεῖται, ἀλλʼ ὅτι ὑπὸ γύννιδος τοξότου καὶ μηδὲν πράξας.

εἰς πανδοκεῖόν τις καταλύσας καὶ δοὺς ὄψον τῷ πανδοκεῖ σκευάσαι, ὡς ἅτερος; τυρὸν ᾔτει καὶ ἔλαιον, εἶτʼ [*](εἴτʼ *: εἴτʼ ) ἔφη εἰ τυρὸν εἶχον, ἔτι ἂν ἐδεόμην ὄψου;

πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος; εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ.