Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν εἶπον εἰ πρὸς ἕνα εἷς;

ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.

ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων τὸν πατέρα ἐζημίωσαν, ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.

ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν , ὅτι δακτύλοις κιθαρίζει.

δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ· τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς εἶπε πρὸς θεῶν, οὐ γὰρ δίκαιον· καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.

ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν ᾧ κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς οἱ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν εἶπεν ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα [*](ἀλγηδόσι μὴ ἐνδόντα *: ἀλγηδόσιν ἢ εὔδοντα ) τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιήσασθαι.

περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον

εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων οἱ δὲ οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.

Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν ἐλεύθερος εἶναι.

παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπὼν οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών εἴσῃ [*](εἴσῃ] οἰμώξῃ M. οὐκ ὀνήσῃ Cobetus. οἴ σοι vaeh tibi?) τῆς ὠνῆς, ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.

ἕτερος πωλούμενος, εἰπόντος τινὸς ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.

ἄλλος· αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε εἶπεν οὐκ ἐρεῖς αἰχμάλωτον.

Λάκων ἐπὶ τῆς ἀσπίδος μυῖαν ἔχων ἐπίσημον, καὶ ταύτην οὐ μείζω τῆς ἀληθινῆς, ὡς καταγελῶντές τινες ἔλεγον ὑπὲρ τοῦ λανθάνειν τοῦτο πεποιήκει, ἵνα μὲν οὖν εἶπε φανερὸς ὦ· οὕτω γὰρ τοῖς πολεμίοις πλησίον προσέρχομαι, ὥστε τὸ ἐπίσημον ἡλίκον ἐστὶν ὑπʼ αὐτῶν ὁρᾶσθαι.

ἕτερος, ἐν συμποσίῳ προσενεχθείσης λύρας, οὐ Λακωνικόν εἶπε τὸ φλυαρεῖν.

Σπαρτιάτης ἐρωτηθεὶς εἰ ἀσφαλὴς ἡ εἰς Σπάρτην ὁδὸς εἶπεν ὁποῖος καθίσῃς· οἱ μὲν γὰρ

λέοντες βαδίζοντι ὅπα κα λέωντι, [*](ὅπα κα λέωντι *: ἄπο καλέοντι ) τὼς δὲ λαγὼς ἐπὶ τᾷ σκηνᾷ [*](τᾷ σκηνᾷ] τᾷ εὐνᾷ) θηρεύομες.

ἐν χειραψίᾳ περικρούοντος τοῦ προστραχηλίζοντος κενοσπούδως καὶ κατασπῶντος ἐπὶ τὴν γῆν, ἐπειδὴ τῷ σώματι ἐλείπετο ὁ προσπεσών, ἔδακε τὸν βραχίονα· καὶ ὁ ἕτερος εἶπε δάκνεις, ὦ Λάκων, ὥσπερ αἱ γυναῖκες· οὐ μὲν οὖν εἶπεν ἅτερος ἀλλʼ ὥσπερ οἱ λέοντες.