Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πόλιν τινὰ κατὰ κράτος ἑλόντων Λακεδαιμονίων, οἱ ἔφοροι εἶπον οἴχεται τὸ πάλαισμα τῶν νέων οὐκέτι ἕξουσιν ἀνταγωνιστὰς οἱ νέοι.

ἄλλην πόλιν ὑπισχνουμένου τοῦ βασιλέως αὐτῶν τέλεον ἀφανίσειν ᾕ [*](ᾕ *: ἣ ) συμβεβήκει πράγματα πολλάκις παρεσχῆσθαι τοῖς Λάκωσιν, οὐκ ἐπέτρεψαν, φάμενοι μηδαμῶς ἀφανίσῃς μηδʼ ἀνέλῃς τὴν ἀκόνην τῶν νέων.

τοῖς παλαίουσι παιδοτρίβας οὐκ ἐφίστανον, ἵνα μὴ τέχνης ἀλλʼ ἀρετῆς ἡ φιλοτιμία γένηται. διὸ καὶ Λύσανδρος ἐρωτώμενος, ὅπως ὁ Χάρων ἐνίκησεν αὐτόν, τᾷ πολυμηχανίᾳ εἶπε.

Φιλίππου γράφοντος, ὅτε εἰς τὴν χώραν αὐτῶν παρεγένετο, [*](παρεγένετο *: παρεγίνετο ) πότερον βούλεται φίλιον ἐλθεῖν ἢ πολέμιον αὐτόν, ἀντεφώνησαν οὐδέτερον.

πρεσβευτήν τινα διαπεμψάμενοι πρὸς Ἀντίγονον τὸν Δημητρίου, πυθόμενοι ὅτι ἐκάλεσεν αὐτὸν βασιλέα, ἐζημίωσαν, καίτοι μέδιμνον πυρῶν ἑκάστῳ παρʼ αὐτοῦ σιτοδείας οὔσης κομίζοντα.

Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν εἶπον εἰ πρὸς ἕνα εἷς;