Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν εἶπε φωνὰ τὺ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.

ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγοῖ ἀρνησαμένου δέ, τί οὖν ἔφη μέγα ποιεῖς;

ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν ἔφη οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν· ὁ δὲ οὐ μόνον ἄρα ἔφη δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.

κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι καὶ ὃς ὑπολαβὼν οὐ γάρ ἔφη· τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.