Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως ἔφη μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄοπλοι τοῖς θεοῖς εὔχωνται.

πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

[*](διαφορα - αποφθεγματα addidit S)

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται τὰ μὲν πρῶτα [*](πρῶτα] πρᾶτα) ἐπιλελάθαμες, [*](ἐπιλελάθαμες] ἐπιλελάσμεθα idem) τὰ δὲ ὕστερα οὐ συνείκαμες [*](συνείκαμες idem: συνήκαμες ) διὰ τὸ τὰ πρῶτα [*](πρῶτα] πρᾶτα Cobetus) ἐπιλελᾶσθαι.

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν ἔφασαν ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.