Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, κρεῖσσον ἔφη αὐτοὺς εἶναι πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.

μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφʼ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, νὴ τοὺς θεούς ἔφη λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.

Παυσανίας ὁ Πλειστώνακτος πρὸς τὸν ἐρωτήσαντα, διὰ τί τῶν ἀρχαίων νόμων οὐδένα κινεῖν ἔξεστι παρʼ αὐτοῖς, ὅτι τοὺς· νόμους ἔφη τῶν ἀνδρῶν, οὐ τοὺς ἄνδρας τῶν νόμων κυρίους εἶναι δεῖ.