Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων, ὅτι κατὰ τὸν νόμον τὸν παρʼ αὐτοῖς οὔθʼ [*](οὔθʼ *: οὐδʼ vel οὔτε ) αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθʼ οἱ τελευτήσαντες θάπτονται, πῶς ἂν [*](ἄν Cobetus) οὖν ἔφη αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτʼ ἔσται; [*](ἔσται] κείσεται Herwerdenus)

τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ,

ἐσύριττον αὐτὸν μόνοι, τί οὖν οἴεσθε ἔφη τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας; κακῶς ποιήσειν;

πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν ποιητὴν ἐποιήσαντο πολίτην, ὅπως ἔφη μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.

πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, θέλεις οὖν ἔφη δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;