Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Μεγαρέως δὲ ἀνδρὸς; ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου εἶπεν ὦ ξένε, πόλεως δέονται.

ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε εἶπεν ὦ Σπαρτιᾶται,

τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ διʼ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν.