Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Ἐπιμεμφομένων [*](ἐπιμεμφομένων W: ἀπομεμφομένων ) δʼ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.

νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις ἑαλώκασιν αἱ Ἀθῆναι.