Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δὲ τῶν θεῶν, σὺ τοίνυν ἔφη ἐκποδών μοι κατάστηθι, κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.

Πέρσου δʼ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, ἥτις ἔφη τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.

πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, δύο βοῦς ἔχω ἔφη ἐν ἀγρῷ· σιγώντων δʼ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τόν τε ἀργὸν καὶ τὸν ἐργαζόμενον.

λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι

χρόνῳ δʼ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς· γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως· τὰ περὶ αὐτῆς γράμματα διασκέψηται· ταῦτα γὰρ παρʼ αὑτῷ κατέσχεν ὁ Λύσανδρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν [*](Εὐρυπωντιδῶν W: εὐρυπρωτιδῶν ) καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν

ἀρίστων, ἵνα μὴ τῶν ἀφʼ Ἡρακλέους, ἀλλʼ οἷος [*](οἱος] τω-ν οἱος Vit. Lys. c. 24) Ἡρακλῆς τῇ ἀρετῇ κρινομένων, τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι, καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. κρατίδην [*](Κρατίδην] Λακρα τίδαν Vit. Lys. c. 30) δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.

τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους, ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.