Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.

πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως ἔφη μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.

μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δὲ ὅπως εἶπε μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.