Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος πέμψον τὰ ὅπλα, ἀντέγραψε μολὼν λαβέ.

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους, οὐ γάρ ἔφη πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε, ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι

τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι ἔφη τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν.

τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας ὧν ὁ μὲν εἶπεν οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα· ὁ δὲ δεύτερος αὐτοῦ μένων κρέσσων ἂν εἴην ὁ δὲ τρίτος οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.

Λόχαγος ὁ Πολυαινίδου καὶ Σείρωνος πατήρ, ἀπαγγείλαντός τινος αὐτῷ ὅτι τῶν υἱῶν τεθνήκοι ὁ ἕτερος, πάλαι ᾔδειν ἔφη ὅτι ἀποθανεῖν αὐτὸν ἔδει.