Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολύ τε παρατείνοντα, τίνες εἶπεν αἳ τὸν τόπον κατοικοῦσι γυναῖκες;

σοφιστοῦ δέ τινος εἰπόντος πάντων λόγος ἐστὶ κράτιστον , οὐκοῦν ἔφη σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.

ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταρασσομένους ὁρῶν τοὺς συμμάχους θαρρεῖτε εἶπεν ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες; ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;