Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται τὸ γινώσκειν εἶπεν ἄρχειν τε καὶ ἄρχεσθαι.

οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.

ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.