Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν ἔφη τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.

συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς ἔφη τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχεσόμεθα.

προφερομένου [*](προφερομένου W: προσφερομένου ) δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δὲ ἐπιτελεσθῆναι, προσδέονταί σου ὦ ξένε ἔφη οἱ λόγοι δυνάμεως; καὶ χρημάτων.