Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος ἆρα [*](ἆρα *: ἄρα ) διὰ τοῦτο ἔφη πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς; σῆς κακίας λέγειν; [*](λέγειν; *: λέγειν)

τῶν δὲ πολιτῶν τινος λέγοντος, ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν ἔφη ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.

Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.

σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος, πλείω ἐγέλασε· τοῦ δὲ εἰπόντος τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν; ὅτι ἔφη ξένε καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν· εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.