Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.

μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ· μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.

Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον , οὐδὲν καταπλαγεὶς εἶπεν οὐ παρʼ ἕνα τὰ Σπάρτας· [*](τὰ Σπάρτας *: τᾷ Σπάρτᾳ ) ἀποθανόντος; γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται· εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται. ἀποδείξας οὖν ἀνθʼ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος ἐτελεύτα.

Κλεόμβροτος ὁ Παυσανίου, ξένου τινὸς διαφερομένου πρὸς τὸν πατέρα περὶ ἀρετῆς, μέχρι τοὺτου εἶπεν κρείσσων σού ἐστιν ὁ πατήρ, μέχρι ἂν καὶ σὺ γεννήσῃς.