Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ἐλεύθεροι μένʼ ἔφη κακοί, δοῦλοι δὲ ἀγαθοί.

τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀνέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.

μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ· μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.