Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον ἔφη ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἂν ἔφη αὕτη ἡ πόλις σῴζοιτο, ἐν πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;

λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ ἔφη ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.

Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν [*](ἀντέγραψεν W: ἐνέγραψεν ) ὅτι τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.

ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐδʼ εἰ γυναικῶν εἶπεν ἦν.