Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως ἔφη αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.

Εὐρυκρατίδας ὁ Ἀναξανδρίδου, πυθομένου τινὸς διὰ τί τὰ [*](τὰ W) περὶ τῶν συμβολαίων δίκαια ἑκάστης κρίνουσιν οἱ ἔφοροι, ὅπως ἔφη καὶ ἐν πολεμίοις [*](πολεμίοις] malim πολέμοις) πιστεύωμεν ἀλλήλοις.

Ζευξίδαμος, πυνθανομένου τινὸς διὰ τί περὶ τῆς ἀνδρείας νόμους ἀγράφους τηροῦσι καὶ νέοις ἀπογραψάμενοι οὐ διδόασιν ἀναγινώσκειν, ὅτι ἔφη συνεθίζεσθαι δεῖ [*](aut δεῖ aut κρεῖττον delendum censet W) ταῖς ἀνδραγαθίαις κρεῖττον ἢ ταῖς γραφαῖς προσέχειν.

Αἰτωλοῦ δέ τινος λέγοντος ὅτι τοῖς ἀνδραγαθεῖν δυναμένοις κρείσσων τῆς εἰρήνης ὁ πόλεμος, οὐ μὰ τοὺς θεούς ἔφη ἀλλὰ τούτοις κρείσσων ὁ θάνατος τῆς ζωῆς.

Ἡρώνδας, Ἀθήνησιν ἁλόντος; τινὸς γραφὴν ἀργίας, παρὼν καὶ πυθόμενος ἐκέλευσεν ἐπιδεῖξαι αὑτῷ τὸν τὴν ἐλευθερίαν δίκην ἡττηθέντα.

Θεαρίδας ξίφος ἀκονῶν καὶ ἐρωτώμενος, εἰ ὀξύ ἐστιν, εἶπεν ὀξύτερον διαβολῆς.

Θεμιστέας [*](Θεμιστέας] Μεγιστίην vocat Herod. 7, 221) προεῖπε μὲν Λεωνίδᾳ τῷ βασιλεῖ τὴν γενησομένην ἀπώλειαν περὶ Θερμοπύλας αὐτοῦ τε καὶ τῶν συστρατευομένων αὐτῷ , μάντις ὤν· ἀποπεμπόμενος δὲ ὑπὸ τοῦ Λεωνίδα εἰς· τὴν Λακεδαίμονα προφάσει τοῦ ἀπαγγεῖλαι τὰ συμβησόμενα, ταῖς δʼ ἀληθείαις ἵνα μὴ παραπόληται, οὐκ ἠνέσχετο ἀλλʼ εἶπε μαχητὴς ἐπέμφθην οὐκ ἀγγελιαφόρος.

Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις ἔφη μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.

πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς

αὑτοῦ πολίταις καλεῖται φιλολάκων, κρεῖσσον ἔφη ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.

τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον ἔφη ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἂν ἔφη αὕτη ἡ πόλις σῴζοιτο, ἐν πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;

λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ ἔφη ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.

Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν [*](ἀντέγραψεν W: ἐνέγραψεν ) ὅτι τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.

ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐδʼ εἰ γυναικῶν εἶπεν ἦν.

Θωρυκίων [*](Θωρυκίων] Θηρικίων aut Θηρικύων Vit. Cleom. c. 8. c. 31) ἐκ Δελφῶν παραγενόμενος, ἰδὼν τὸ Φιλίππου στρατόπεδον ἐν Ἰσθμῷ τὰ στενὰ κατειληφότος, κακούς ἔφη πυλωροὺς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ Πελοπόννησος ἔχει.

Θεκταμένης, καταγνόντων αὐτοῦ θάνατον τῶν ἐφόρων, ἀπῄει μειδιῶν· καί τινος τῶν παρόντων

ἐρωτήσαντος εἰ καὶ καταφρονεῖ τῶν τῆς Σπάρτης νομίμων, οὐχί εἶπεν ἀλλὰ γέγηθα, ὅτι δεῖ με τὴν ζημίαν ἐκτῖσαι ταύτην, παρʼ οὐδενὸς οὔτε τι αἰτήσαντα [*](τι αἰτήσαντα Madvigius: διαιτήσαντά με ) οὔτε δανεισάμενον.

Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ [*](Ἀρχιδάμῳ] Ἀντιπάτρω W) παρετάσσετο, συμπεμφθεὶς [*](συμπεμφθεὶς] πεμφθεὶς idem) τῷ Ἄγιδι εἰς Σπάρτην ἐπεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος [*](οὗτος] i.e. ὧ οὑτος) ἔφη οὔτοι κάλλιον θάνατον [*](θάνατον] deleverim) ἀποθανοῦμαι ὑπὲρ Σπάρτας ἀνδραγαθῶν ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.

Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα, διότι Λακεδαιμόνιος ἀνὴρ ἐπιβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντος [*](προσθέντος] προθέντα?) πῶς χρήσηται [*](χρήσηται *: χρήσεται ) αὐτῷ, ἀντέγραψεν εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μὴ , ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα.

ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.

Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον εἶπεν εἰ σὺ ἤμην· καὶ γὰρ αὐτός εἶπεν εἰ σὺ ἦν.

παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν ὡς δʼ ἤκουσε πίνειν, προσμενῶ εἶπεν ἕως ἂν πίῃ. καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δʼ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, φήσας οὐχ [*](οὐχ del W) οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν, ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον· ὤμνυε [*](ὀμνὺς?) δὲ [*](δὲ *: τε ) πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει [*](ποιήσει] ποιήσειν mei codd.) ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.