Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

χρημάτων δὲ δεομένης τῆς Σπάρτης πρὸς πόλεμον καὶ ξενοτροφούσης ἐπορεύθη ὁ Ἀγησίλαος εἰς Αἴγυπτον μεταπεμφθεὶς ὑπὸ τοῦ βασιλέως Αἰγυπτίων ἐπὶ μισθῷ· διὰ δὲ τὸ λιτὸν τῆς ἐσθῆτος εἰς καταφρόνησιν ἦλθε τοῖς ἐγχωρίοις· προσεδόκων γὰρ τὸν Σπάρτης βασιλέα καθάπερ τὸν Περσῶν κεκοσμημένον ὄψεσθαι διαπρεπῶς τὸ σῶμα, φαύλην ἔχοντες περὶ βασιλέων δόξαν. ἔδειξε γοῦν αὐτοῖς μεταξύ, ὡς τὸ μεγαλεῖον καὶ ἀξιόλογον νοήσει καὶ ἀνδρείᾳ κτᾶσθαι προσήκει.

ἐπεὶ δὲ τοὺς παρʼ αὐτῷ παραστήσεσθαι μέλλοντας ἑώρα δεδιότας τὸν ἐπιόντα κίνδυνον διὰ τὸ τῶν πολεμίων πλῆθος εἴκοσι γὰρ ἦσαν μυριάδες καὶ τὴν τῶν περὶ αὑτὸν ὀλιγότητα, πρὸ τῆς

παρατάξεως ἔγνω προθύσασθαι ἀσυνειδήτως τοῖς ἄλλοις· καὶ ἐπὶ τὴν ἀριστερὰν ὑπεστρωμένῃ [*](ὑπεστρωμένῃ] ὑπεστραμμένην M) τῇ χειρὶ νίκην προσέγραψε. καὶ λαβὼν παρὰ τοῦ μάντεως τὸ ἧπαρ ἐπέθηκε μὲν ἐπὶ τὴν ὑπογεγραμμένην χεῖρα· κρατῶν δὲ ἐφʼ ἱκανὸν χρόνον ὑπέφαινε δισταγμὸν καὶ προσποίησιν ἔχειν ἀποροῦντος, μέχρι τῷ ἥπατι συναναληφθέντες ἐτυπώθησαν οἱ τῶν γραμμάτων χαρακτῆρες. καὶ τότε τοῖς συναγωνίζεσθαι μέλλουσιν ἐπεδείκνυε, φάμενος τοὺς θεοὺς διὰ τῶν γεγραμμένων ἐκφῆναι νίκην. ἀσφαλὲς οὖν τεκμήριον δόξαντες ἔχειν τοῦ κρατῆσαι ἐθάρρησαν πρὸς τὴν μάχην.