Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

δικάζοντος δέ τινα δίκην αὐτοῦ, καὶ τοῦ μὲν κατηγόρου εὖ εἰρηκότος τοῦ δὲ ἀπολογουμένου φαύλως, λέγοντος δὲ πρὸς ἕκαστα Ἀγησίλαε, δεῖ τὸν βασιλέα τοῖς νόμοις βοηθεῖν, καὶ τὴν οἰκίαν ἔφη εἴ τίς σοι διέσκαπτε καὶ τὸ ἱμάτιον εἰ ἀφῃρεῖτο, προσεδέχου ἂν τὸν οἰκοδόμον ἢ τὸν τὸ ἱμάτιον ὑφάναντα ἐπικουρήσειν σοι;

ἐπιστολῆς δὲ αὐτῷ παρὰ τοῦ Περσῶν βασιλέως κομισθείσης, τῆς εἰρήνης γενομένης ἣν ὁ μετὰ Καλλίου τοῦ Λακεδαιμονίου Πέρσης ἤνεγκε, περὶ

ξενίας καὶ φιλίας, οὐκ ἔλαβεν εἰπὼν ἀπαγγεῖλαι βασιλεῖ ὡς ἰδίᾳ μὲν πρὸς αὐτὸν οὐδὲν δέοι ἐπιστολὰς πέμπειν· ἢν δὲ φίλος τῇ Λακεδαίμονι καὶ τῇ Ἑλλάδι εὔνους ὢν φαίνηται, ὅτι καὶ αὐτὸς φίλος αὐτῷ κατὰ κράτος ἔσοιτο· ἐάν μέντοι ἐπιβουλεύων ἁλίσκηται, μηδʼ ἂν πάνυ πολλὰς δέχωμαι ἐπιστολάς, πιστευέτω φίλον με ἕξειν.

φιλοτεκνότατος δʼ ὢν διαφερόντως, [*](φιλοτεκνότατος δʼ ὢν διαφερόντως] aut corrigendum φιλότεκνοι aut cum uno codice delendum διαφερόντως ) λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς; ὥσπερ ἵππον οἴκοι συνέπαιζεν· ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν καὶ αὐτὸς πατὴρ παίδων γένηται.