Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω Μενεκράτης Ζεὺς βασιλεῖ Ἀγησιλάῳ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.

ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ [*](καὶ] om. mei codd.) πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, [*](Τιρίβαζον *: τηρίβαζον ) τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας·, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα [*](ἥκιστα Iannotius: κάκιστα ) συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.

οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸν εἰπόντα μηδίζειν τοὺς Λακεδαιμονίους ἀπεκρίθη μᾶλλον τοὺς Μήδους λακωνίζειν.