Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

φαμένου δὲ τινός ποτε πρὸς αὐτὸν ὡμολόγηκας, καὶ πολλάκις τὸ αὐτὸ λέγοντος, ναὶ δῆτα, εἴ γʼ ἐστὶ δίκαιον ἔφη εἰ δὲ μή, ἔλεξα μέν, ὡμολόγησα [*](ὡμολόγηκας - ὡμολόγησα] ὤμοσας (malim ὀμώμοκας) ὤμοσα Cobetus) δὲ οὔ. ἐπειπόντος δὲ ἀλλὰ μὴν δεῖ τοὺς βασιλεῖς ἐπιτελεῖν ὅ τι κεν κεφαλῇ [*](κεφαλῇ] cf. Hom. A 524) κατανεύσωσιν, οὐ μᾶλλον ἔφη ἢ τοὺς προσιόντας τοῖς βασιλεῦσιν αἰτεῖσθαι δεῖ τὰ δίκαια καὶ λέγειν, στοχαζομένους τε τοῦ καιροῦ καὶ τοῦ ἁρμόζοντος τοῖς βασιλεῦσιν.

ὁπότε δὲ ψεγόντων ἢ ἐπαινούντων τινῶν ἀκούοι, οὐχ ἧττον ᾤετο δεῖν καταμανθάνειν τοὺς τῶν λεγόντων τρόπους ἢ περὶ ὧν [*](ὡν] ὧν ἂν?) λέγοιεν.

ἔτι δὲ παῖδα αὐτὸν ὄντα, γυμνοπαιδίας ἀγομένης, ὁ χοροποιὸς ἔστησεν εἰς ἄσημον τόπον· ὁ δὲ ἐπείσθη καίπερ ἤδη βασιλεὺς ἀποδεδειγμένος καὶ εἶπεν εὖγε· δείξω γὰρ ὅτι οὐχ οἱ τόποι τοὺς ἄνδρας ἐντίμους, ἀλλʼ οἱ ἄνδρες τοὺς τόπους ἐπιδεικνύουσι.

προστάττοντος δέ τινος αὐτῷ ἰατροῦ περιεργοτέραν θεραπείαν καὶ οὐχ ἁπλῆν, νὴ τὼ θεὼ [*](νὴ τὼ θεώ] ναὶ τὼ σιώ Cobetus) φησὶν οὐ πάντως μοι πρόκειται ζῆν οὐδὲ πάντα ἀναδέχομαι.

ἐφεστὼς δέ ποτε τῷ βωμῷ τῆς Χαλκιοίκου βουθυτῶν, ἐπειδὴ φθεὶρ αὐτὸν ἔδακεν, οὐ διετράπη

λαβὼν δὲ περιφανῶς ἐναντίον πάντων ἀπέκτεινε, προσειπών νὴ τοὺς θεοὺς ἡδέως τὸν ἐπίβουλον καὶ ἐπὶ τῷ βωμῷ.