Apophthegmata Laconica
Plutarch
Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.
μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς εἶπεν ὅτι ὁ εἰδὼς λόγον [*](λόγονλέγειν?) καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.
Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς· Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα ἔφη κατὰ τοὺς νόμους.
πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ ὦ λῷστε ἔφη ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;
ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν οὗτος ἀγαθὸς ψάλτης ἐστίν , παρʼ ἡμῖν δέ γε οὗτος ἔφη ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.