Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

ἀρίστων, ἐπαινοῦντός τινος τὴν τοῦ Κλεομένους χρείαν, ὅτι ἐρωτηθεὶς; τί δεῖ τὸν ἀγαθὸν βασιλέα ποιεῖν εἶπε τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς κακῶς ποιεῖν· καὶ πόσῳ κρεῖσσον ἔφη ὦ λῷστε, τοὺς μὲν φίλους εὐεργετεῖν τοὺς δὲ ἐχθροὺς φίλους ποιεῖν; αὕτη Σωκράτους ὁμολογουμένη πρὸς πάντων χρεία οὖσα καὶ εἰς αὐτὸν ἀναφέρεται.

πυνθανομένου δέ τινος πόσοι Σπαρτιᾶται τὸ πλῆθος, ὅσοι ἱκανοί εἶπε τοὺς ἐχθροὺς ἀπερύκειν.

τῶν Ἀθηναίων δέ τινος; ἔπαινον ἐπιτάφιον ἀναγινώσκοντος τῶν πεσόντων ὑπὸ Λακεδαιμονίων, ποδαποὺς οὖν ἔφη τοὺς ἡμετέρους νομίζεις εἶναι νικήσαντας τούτους;

Ἀρχιδαμίδας πρὸς τὸν ἐπαινοῦντα Χαρίλαν, ὅτι πρὸς ἅπαντας ὁμοίως πρᾶος ἦν, καὶ πῶς τις ἔφη δικαίως ἂν ἐπαινοῖτο, εἰ καὶ πρὸς τοὺς πονηροὺς πρᾶος εἴη;

μεμφομένου δέ τινος Ἑκαταῖον τὸν σοφιστήν, ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον, αὐτῶν οὐδὲν ἔλεγεν, ἀγνοεῖν μοι δοκεῖς εἶπεν ὅτι ὁ εἰδὼς λόγον [*](λόγονλέγειν?) καὶ τὸν τοῦ λέγειν καιρὸν οἶδεν.

Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς· Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα ἔφη κατὰ τοὺς νόμους.

πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ ὦ λῷστε ἔφη ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς;

ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν οὗτος ἀγαθὸς ψάλτης ἐστίν , παρʼ ἡμῖν δέ γε οὗτος ἔφη ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον διʼ ὀργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.