Apophthegmata Laconica

Plutarch

Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1889.

τῷ δὲ τοῖς ἐφόροις τὰ δέοντα μὲν λέγοντι πλείω δὲ τῶν ἱκανῶν ὦ ξένε ἔφη οὐκ ἐν δέοντι τῷ δέοντι χρῇ,

πυνθανομένου δέ τινος διὰ τί τοῖς εἵλωσι τοὺς ἀγροὺς ἐγχειρίζουσι καὶ οὐκ αὐτοὶ ἐπιμελοῦνται, ὅτι ἔφη οὐ τούτων ἐπιμελούμενοι ἀλλʼ αὑτῶν αὐτοὺς ἐκτησάμεθα.

ἑτέρου δέ τινος λέγοντος, ὅτι βλάπτουσιν αἱ δόξαι καὶ ὅτι τούτων ὁ ἀπαλλαγεὶς εὐδαιμονήσει, οὐκοῦν οἱ τὰ ἄδικα ποιοῦντες ἔφη κατὰ τὸν σὸν λόγον εὐδαίμονες ἄν εἶεν· πῶς γὰρ ἄν τις ἱεροσυλῶν ἢ ἀδικῶν δόξης ἐπιμελοῖτο;

ἄλλου δὲ ἐρωτῶντος διὰ τί ἐν τοῖς πολέμοις Σπαρτιᾶται θαρσαλέως κινδυνεύουσιν, ὅτι ἔφη αἰδεῖσθαι περὶ βίου μελετῶμεν, οὐχ ὣσπερ οἱ ἄλλοι φοβεῖσθαι.

ἐρωτῶντος δέ τινος αὐτὸν διὰ τί τὰς περὶ θανάτου δίκας πλείοσιν ἡμέραις οἱ γέροντες κρίνουσιν, κἂν ἀποφύγῃ τις, ἔτι οὐδὲν ἧσσόν ἐστιν ὑπόδικος, πολλαῖς μὲν ἔφη ἡμέραις κρίνουσι, ὅτι περὶ θανάτου τοῖς διαμαρτάνουσιν οὐκ ἔστι μεταβουλεύσασθαι· νόμῳ δὲ ὑπόδικον δεήσει εἶναι, ὅτι κατὰ τοῦτον τὸν νόμον ἂν εἴη καὶ τὸ κρείττονα βουλεύσασθαι.

Ἀνάξανδρος ὁ Εὐρυκράτεος, πυνθανομένου τινὸς διὰ τί χρήματα οὐ συνάγουσιν εἰς τὸ δημόσιον, ὅπως ἔφη μὴ οἱ φύλακες αὐτῶν γινόμενοι διαφθείρωνται.

Ἀναξίλας πρὸς τὸν θαυμάζοντα διὰ τί οἱ ἔφοροι τοῖς βασιλεῦσιν οὐχ ὑπεξανίστανται, καὶ ταῦτα ὑπὸ τῶν βασιλέων καθιστάμενοι, διὰ τὴν αὐτὴν αἰτίαν ἔφη διʼ ἣν καὶ ἐφορεύουσιν.

Ἀνδροκλείδας ὁ Λάκων πηρωθεὶς τὸ σκέλος κατέταξεν αὑτὸν εἰς τοὺς πολεμιστάς· ὡς; δʼ ἐνίσταντὸ τινες διακωλύοντες ὅτι ἐπεπήρωτο, ἀλλʼ οὐ φεύγοντα εἶπε μένοντα δὲ δεῖ τοῖς ἀντιτεταγμένοις μάχεσθαι.