Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀκρότατος, ἐπεὶ οἱ γονεῖς αὐτὸν ἄδικόν τι συμπρᾶξαι αὐτοῖς ἠξίουν; μέχρι τινὸς ἀντέλεγεν· ὡς δὲ ἐνέκειντο, εἶπεν, ἕως μὲν παρʼ ὑμῖν ἦν, οὐκ ἠπιστάμην δικαιοσύνης οὐδεμίαν ἔννοιαν· ἐπεὶ δὲ με τῇ πατρίδι παρέδοτε καὶ τοῖς ταύτης νόμοις, ἔτι δὲ[*](δὲ] Bernardakis would write δʼ ἐν: Kronenberg τε.) δικαιοσύνῃ καὶ καλοκαγαθίᾳ ἐπαιδεύσατε ὡς ἐδύνασθε,[*](ἐδύνασθε F.C.B.: ἠδύνασθε.) τούτοις πειράσομαι μᾶλλον[*](μᾶλλον added by Bernardakis.) ἢ ὑμῖν ἕπεσθαι· καὶ ἐπεὶ θέλετε μʼ[*](μʼ added by F.C.B.) ἄριστα[*](ἄριστα] τὰ ἄριστα Kronenberg.) πράττειν, ἄριστα δὲ τὰ δίκαιά ἐστι καὶ ἰδιώτῃ καὶ πολὺ μᾶλλον ἄρχοντι, πράξω ἃ θέλετε· ἃ δὲ λέγετε παραιτήσομαι.