Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Δημητρίου ἐγκαλοῦντος ὅτι ἕνα πρεσβευτὴν

ἔπεμψαν πρὸς αὐτόν, οὐχ ἱκανὸς οὖν, εἶπον, εἰ πρὸς ἕνα εἷς;

ἐνέγκαντός τινος ἀρίστην γνώμην μοχθηροῦ, ταύτην μὲν ἀπεδέξαντο, περιελόμενοι δὲ τούτου περιέθηκαν ἑτέρῳ καλῶς βεβιωκότι.

ἀδελφῶν πρὸς ἀλλήλους διαφερομένων, τὸν πατέρα ἐζημίωσαν ὅτι τοὺς υἱεῖς στασιάζοντας περιορᾷ.

ψάλτην ἐπιδημήσαντα ἐζημίωσαν ὅτι δακτύλοις κιθαρίζει.

δύο παῖδες ἐμάχοντο, ἅτερος δὲ αὐτῶν τὸν ἕτερον ἔτρωσε δρεπάνῳ πληγῇ θανασίμῳ τῶν δὲ συνήθων παίδων, ἐπεὶ διαλύεσθαι ἔμελλον, ἐπαγγελλομένων ἀμυνεῖσθαι καὶ ἀναιρήσειν τὸν πλήξαντα, μηδαμῶς, εἶπε, πρὸς θεῶν, οὐ γὰρ δίκαιον καὶ γὰρ ἂν ἐγὼ ἐποίησα τοῦτο, εἰ ἔφθασα καὶ ἀγαθὸς ἐγενόμην.

ἕτερον παιδάριον, ἐπεὶ παρῆν ὁ καιρός, ἐν κλέπτειν νενόμιστο τοὺς ἐλευθέρους παῖδας ὅ τι τις δύναιτο καὶ μὴ λαθεῖν αἰσχρὸν ἦν, ὡς ο ξ σὺν αὐτῷ παῖδες ζῶν ἔκλεψαν ἀλωπέκιον καὶ ἔδοσαν αὐτῷ φυλάττειν, παραγενομένων τῶν ἀπολωλεκότων ἐπὶ ζήτησιν, ἔτυχε μὲν ὑποβαλὼν τὸ ἀλωπέκιον ὑπὸ τὸ αὑτοῦ ἱμάτιον, ἀγριαίνοντος δὲ τοῦ θηρίου καὶ τὴν αὐτοῦ πλευρὰν κατεσθίοντος μέχρι τῶν σπλάγχνων, ἠρέμει, ἵνα μὴ γένηται καταφανής. ὡς δὲ ὕστερον ἐκείνων ἀπελθόντων ἐθεάσαντο τὸ γεγονὸς οἱ παῖδες καὶ ἐμέμφοντο, λέγοντες ἄμεινον

εἶναι φανερὸν ποιῆσαι τὸ ἀλωπέκιον ἢ μέχρι θανάτου κρύπτειν, οὐ μὲν οὖν, εἶπεν, ἀλλὰ κρεῖττον ταῖς ἀλγηδόσι μὴ ἐνδόντα[*](ἀλγηδόσι μὴ ἐνδόντα Bernardakis: ἀλγηδόσιν ἢ εὔδοντα or ἀλγηδόσι only.) τελευτᾶν ἢ περίφωρον γενόμενον διὰ μαλακίαν τὸ ζῆν αἰσχρῶς περιποιής ασθαι.

περιτυχόντες τινὲς Λάκωσι καθʼ ὁδὸν εἶπον, εὐτυχήκατε, ἀρτίως ἐντεῦθεν λῃστῶν ἀπιόντων. οἱ δὲ, οὐ μὰ τὸν Ἐνυάλιον, ἀλλʼ ἐκεῖνοι μὴ περιτυχόντες ἡμῖν.

Λάκων ἐρωτηθεὶς τί ἐπίσταται, εἶπεν, ἐλεύθερος εἶναι.

παῖς Σπαρτιάτης αἰχμαλωτισθεὶς ὑπʼ Ἀντιγόνου τοῦ βασιλέως καὶ πραθεὶς τὰ μὲν ἄλλα πάντα ὑπήκοος ἦν τῷ πριαμένῳ, ὅσα ᾤετο προσήκειν ἐλευθέρῳ ποιεῖν ὡς δὲ προσέταξεν ἀμίδα κομίζειν, οὐκ ἠνέσχετο εἰπών, οὐ δουλεύσω. ἐνισταμένου δὲ ἐκείνου, ἀναβὰς ἐπὶ τὸν κέραμον καὶ εἰπών, ὀνήσῃ[*](ὀνήσῃ Wyttenbach: εἴση (οἰμώξῃ Meziriacus, οὐκ ὀνήσῃ Cobet, οἴ σοι Bernardakis: μετανοήσῃ?).) τῆς ὠνῆς, ἔβαλεν ἑαυτὸν κάτω καὶ ἐτελεύτα.

ἕτερος πωλούμενος, εἰπόντος τινός, ἐὰν ἀγοράσω σε, χρήσιμος ἔσῃ; κἂν μὴ ἀγοράσῃς εἶπεν.

ἄλλος αἰχμάλωτος πιπρασκόμενος, τοῦ κήρυκος ἐπιλέγοντος ἀνδράποδον πωλεῖν, κατάρατε, εἶπεν, οὐκ ἐρεῖς αἰχμάλωτον;ν