Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα[*](πρᾶτα Cobet: πρῶτα.) ἐπιλελάσμεθα,[*](ἐπιλελάσμεθα Cobet: ἐπιλελάθαμες.) τὰ δὲ ὕστερα οὐ συνήκαμες[*](συνήκαμες] συνείκαμες Cobet.) διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν, ἔφασαν, ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.

πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν, εἶπον, δεῖ ἔλαττον ἢ δύνασθαι μεῖζον.

Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομώσας ἔχει, εἶπεν, ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.

ἄλλος πυθομένου τινός, διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον, εἶπε, τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.

ἐπαινοῦντός τινος τοὺς Ἀργείους[*](Ἁργείους van Leewen: ἀρίστους.) μαχητάς, Λάκων εἶπεν, ἐν Τροίᾳ.