Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα[*](πρᾶτα Cobet: πρῶτα.) ἐπιλελάσμεθα,[*](ἐπιλελάσμεθα Cobet: ἐπιλελάθαμες.) τὰ δὲ ὕστερα οὐ συνήκαμες[*](συνήκαμες] συνείκαμες Cobet.) διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν, ἔφασαν, ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.

πρὸς Θηβαίους περί τινων ἀντιλέγοντας ἢ φρονεῖν, εἶπον, δεῖ ἔλαττον ἢ δύνασθαι μεῖζον.

Λάκων ἐρωτηθεὶς διʼ ἣν αἰτίαν τὰς τοῦ πώγωνος τρίχας ἐπὶ πολὺ κομώσας ἔχει, εἶπεν, ἵνα βλέπων τὰς πολιὰς μηδὲν ἀνάξιον αὐτῶν πράττω.

ἄλλος πυθομένου τινός, διὰ τί ἐγχειριδίοις βραχέσι χρῆσθε; ἵνα πλησίον, εἶπε, τοῖς πολεμίοις εἰς χεῖρας ἵκωμες.

ἐπαινοῦντός τινος τοὺς Ἀργείους[*](Ἁργείους van Leewen: ἀρίστους.) μαχητάς, Λάκων εἶπεν, ἐν Τροίᾳ.

ἕτερος ἀκούσας δειπνήσαντάς τινας βιάζεσθαι πίνειν, μὴ καὶ ἐσθίειν, εἶπε, βιάζονται;ν

Πινδάρου γράψαντος,

Ἑλλάδος ἔρεισμα Ἀθῆναι,
Λάκων ἔφη καταπεσεῖν ἂν τὴν Ἑλλάδα ὀχουμένην ἐρείσματι τοιούτῳ.

ἐπεὶ δὲ ἰδών τις ἐν πίνακι γραπτῷ Λάκωνας ὑπὸ Ἀθηναίων σφαττομένους ἔλεγεν, ἀνδρεῖοὶ γʼ Ἀθηναῖοι, Λάκων ὑποτυχών, ἐν τῷ πίνακι, εἶπε.

πρὸς δέ τινα προσιέμενον τὰς ἐκ διαβολῆς βλασφημίας Λάκων εἶπε, παῦσαι κατʼ ἐμοῦ τὰ ὦτα χορηγῶν.

πρὸς δὲ τὸν κολαζόμενον καὶ λέγοντα, ἄκων ἥμαρτον, εἶπέ τις, ἄκων τοίνυν καὶ κολάζου.

ἰδών τις ἐν ἀποχωρήσει θακοῦντας[*](θακοῦντας F.C.B.: θακέοντας (θακεύοντας Life of Lycurgus, chap. xx.)) ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ἐξαναστῆναι πρεσβυτέρῳ.

Χίων ποτὲ κατʼ ἐπιδημίαν ἀπὸ δείπνου ἐμεσάντων ἐν τῷ ἐφορείῳ καὶ χεσάντων ἐπὶ τῶν δίφρων, ἔνθα οἱ ἔφοροι ἐκάθηντο, τὸ μὲν πρῶτον ἰσχυρῶς ἀνεζήτουν τοὺς ποιήσαντας μὴ πολῖται τυγχάνωσιν· ὡς δʼ ᾔσθοντο ὅτι Χῖοι ἦσαν, ἐκήρυξαν, ʼ τοῖς Χίοις ἐφιᾶσιν ἀσελγαίνειν.ʼ

ἐπεὶ δέ τις τὰς ἀμυγδαλᾶς τῶν σκληρῶν ἑώρα διπλασίου πωλουμένας, μὴ σπάνιοι, ἔφη, οἱ λίθοι;ν

τίλας τις ἀηδόνα καὶ βραχεῖαν πάνυ σάρκα εὑρὼν, εἶπε, φωνὰ τύ τίς ἐσσι καὶ οὐδὲν ἄλλο.

ἰδών τις τῶν Λακώνων Διογένη τὸν κύνα περιλαμβάνοντα ἀνδριάντα χάλκεον, ψύχους ὄντος σφοδροῦ, ἐπύθετο εἰ ῥιγῴη· ἀρνησαμένου δέ, τί οὖν, ἔφη, μέγα ποιεῖς;

Ὀνειδισθείς τις τῶν Μεταποντίων εἰς δειλίαν ὑπὸ Λάκωνος, ἀλλὰ μήν, ἔφη, οὐκ ὀλίγα τῆς ἀλλοτρίας ἔχομεν ὁ δέ, οὐ μόνον ἄρα, ἔφη, δειλοὶ ἀλλὰ καὶ ἄδικοί ἐστε.

κατʼ ἐπιδημίαν τις ἐν Σπάρτῃ κρηπιδούμενος ὀρθὸς ἐπὶ θατέρου σκέλους εἶπε πρὸς Λάκωνα,

οὐκ ἂν οἶμαί σε, ὦ Λάκων, τοσοῦτον χρόνον ἐπὶ τοῦ ποδὸς ὅσον ἐγὼ στῆναι. καὶ ὃς ὑπολαβών, οὐ γάρ, ἔφη, τῶν μέντοι χηνῶν οὐκ ἔστιν ὅστις οὔ.

Μεγαλυνομένου τινὸς ἐπὶ τῇ ῥητορικῇ τέχνῃ, εἶπέ τις Λάκων, ἀλλὰ ναὶ[*](ναὶ Cobet: νὴ.) τὼ σιὼ, τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτε ἐστὶν οὔτε μήποτε γένηται.

Ἀργείου ποτὲ εἰπόντος, πολλοὶ τάφοι παρʼ ἡμῖν εἰσὶ Σπαρτιατῶν, Λάκων εἶπεν, ἀλλὰ μὴν παρʼ ἡμῖν Ἀργείων οὐδὲ εἷς, ὡς αὐτῶν μὲν πολλάκις Ἄργους ἐπιβεβηκότων Ἀργείων δὲ τῆς Σπάρτης οὐδέποτε.