Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

πυνθανομένου δέ τινος διὰ τί πάντα τὰ τῶν θεῶν ξόανα μεθʼ ὅπλων ἵδρυται παρʼ αὐτοῖς, ὅπως, ἔφη, μήτε τὰ κατὰ τῶν ἀνθρώπων ὀνείδη λεγόμενα διὰ τὴν δειλίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρωμεν, μήτε οἱ νέοι ἄνοπλοι τοῖς θεοῖς εὔχωνται.

πρὸς δὲ τὸν πυθόμενον διὰ τί κομῶσιν εἶπεν, ὅτι τῶν κόσμων ὁ φυσικὸς καὶ ἀδάπανος οὗτός ἐστι.

Σαμίων πρεσβευταῖς μακρολογοῦσιν ἔφασαν οἱ Σπαρτιᾶται, τὰ μὲν πρᾶτα[*](πρᾶτα Cobet: πρῶτα.) ἐπιλελάσμεθα,[*](ἐπιλελάσμεθα Cobet: ἐπιλελάθαμες.) τὰ δὲ ὕστερα οὐ συνήκαμες[*](συνήκαμες] συνείκαμες Cobet.) διὰ τὸ τὰ πρᾶτα ἐπιλελᾶσθαι.

ῥήτορος μακρὸν κατατείναντος λόγον καὶ τὰς ἀποκρίσεις αἰτοῦντος, ἵνα τοῖς πολίταις ἀπαγγείλῃ, ἀπάγγελλε τοίνυν, ἔφασαν, ὅτι μόλις μὲν σὺ ἐπαύσω λέγων, μόλις δὲ ἡμεῖς ἀκούοντες.