Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐρωτηθεὶς δὲ διὰ τί Σπαρτιᾶται κατὰ πόλεμον κινδυνεύουσιν ἀνδρείως, ὅτι, ἔφη, αἰδεῖσθαι τοὺς ἡγεμόνας ἔμαθον οὐ φοβεῖσθαι.

Πολυκρατίδας[*](Πολυκρατίδας] ΠολυστρατίδαςLife of Lycurgus, chap. xxv.) πρεσβεύων πρὸς τοὺς βασιλέως στρατηγοὺς μεθʼ ἑτέρων, ἐρομένων αὐτῶν πότερον ἰδίᾳ πάρεισιν ἢ δημοσίᾳ ἐπέμφθησαν, αἴκα τύχωμεν, δημοσίᾳ, εἶπεν, αἰ[*](αἴκα τύχωμες ... αἰ Cobet (partly from the Life of Lycurgus, chap. xxv.): αἴκε τύχωμεν ... εἰ δὲ.) δὲ μὴ, ἰδίᾳ.

Φοιβίδας, πρὸ τοῦ κινδύνου τοῦ Λευκτρικοῦ λεγόντων τινῶν δείξειν τὴν ἡμέραν ταύτην τὸν ἀγαθόν, πολλοῦ τὴν ἡμέραν, ἔφησεν, ἀξίαν εἶναι, δυναμένην τὸν ἀγαθὸν δεῖξαι.

Σόον[*](Σόον Xylander: σῶον.) λέγεται ἐν χωρίῳ χαλεπῷ καὶ ἀνύδρῳ πολιορκούμενον ὑπὸ Κλειτορίων ὁμολογῆσαι τὴν δορίκτητον αὐτοῖς ἀφεῖναι γῆν, εἰ πίοιεν οἱ[*](οἱ added by Turnebus.) μετʼ αὐτοῦ πάντες ἀπὸ τῆς πλησίον πηγῆς· ἐφρούρουν δʼ αὐτὴν οἱ πολέμιοι. γενομένων δὲ τῶν ὅρκων, συναγαγόντα τοὺς μεθʼ ἑαυτοῦ διδόναι τῷ μὴ πιόντι τὴν βασιλείαν οὐδενὸς δὲ καρτερήσαντος ἀλλὰ πάντων πιόντων, αὐτὸν ἐπὶ πᾶσι καταβάντα καὶ περιρρανάμενον, ἔτι τῶν πολεμίων παρόντων, ἀπελθεῖν[*](ἀπελθεῖν Turnebus (from the Life of Lycurgus, chap. ii.): ἐπελθεῖν.) καὶ τὴν χώραν κατασχεῖν ὡς μὴ πιόντα.