Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Ἀργείων δὲ πάλιν μετὰ τὴν τῶν τριακοσίων μάχην ἐκ παρατάξεως πανδημεὶ κρατηθέντων, τὸν Πολύδωρον οἱ σύμμαχοι παρεκελεύοντο μὴ παρεῖναι τὸν καιρόν, ἀλλʼ ἐπελθόντα τῷ τείχει τῶν πολεμίων τὴν πόλιν ἑλεῖν· ῥᾷστον γὰρ ἔσεσθαι, τῶν μὲν ἀνδρῶν ἀπολωλότων, τῶν γυναικῶν δὲ ἀπολελειμμένων ἔφη οὖν πρὸς αὐτούς, τὸ μὲν ἐκ τοῦ ἴσου μαχόμενον νικᾶν τοὺς ἐναντιουμένους ἐστί μοι καλόν, τὸ δʼ ὑπὲρ τῶν ὅρων τῆς χώρας μεμαχημένον τὴν πόλιν ἐπιθυμεῖν λαβεῖν οὐ δίκαιον τίθεμαι εἶναι· ἦλθον γὰρ χώραν ἀπολαβεῖν οὐ καταλαβέσθαι πόλιν.