Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Συνηγόρου δέ τινος γελοῖα λέγοντος, οὐ φυλάξῃ, ὦ ξένε, ἔφη, συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;

[*](No. 3 is not in all mss.)

Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον, ἥδιον, ἔφη, ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος.

λέγοντος δέ τινος ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει, θαυμάζω, ἔφη, εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον· ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.

Πλειστῶναξ ὁ Παυσανίου, Ἀττικοῦ τινος ῥήτορος τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος,

ὀρθῶς, ἔφη, λέγεις· μόνοι γὰρ Ἑλλήνων ἡμεῖς οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν.