Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Πειδάρητος, λέγοντός τινος ὅτι πολλοὶ εἴησαν οἱ πολέμιοι, οὐκοῦν, ἔφη, ἡμεῖς εὐκλεέστεροι ἐσόμεθα· πλείους γὰρ ἀποκτενοῦμεν.

ἰδὼν δέ τινα τῇ μὲν φύσει μαλακὸν διʼ ἐπιείκειαν δὲ ἐπαινούμενον ὑπὸ τῶν πολιτῶν, ἔφη, οὔτε ἄνδρας γυναιξὶν ὁμοίους ὄντας ἐπαινεῖν δεῖ οὔτε γυναῖκας ἀνδράσιν, ἐὰν μὴ τὴν γυναῖκα χρεία τις καταλάβῃ.

οὐκ ἐγκριθεὶς δʼ εἰς τοὺς τριακοσίους, ἥτις ἐν τῇ πόλει πρωτεύουσα τιμὴ τῇ τάξει ἦν, ἱλαρὸς καὶ μειδιῶν ἀπῄει· ἀνακαλεσαμένων δʼ αὐτὸν τῶν ἐφόρων καὶ πυνθανομένων δι᾽ ὅ τι γελᾷ, εἶπε,

δι’ ὅ τι συγχαίρω τῇ πόλει τριακοσίους κρείτ τονάς μου πολίτας ἐχούσῃ.