Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐπαινοῦντος δὲ αὐτοῦ ἐν Τεγέᾳ μετὰ τὴν φυγὴν τοὺς Λακεδαιμονίους, εἶπέ τις, διὰ τί οὖν οὐκ ἔμενες ἐν Σπάρτῃ ἀλλʼ ἔφυγες; ὅτι οὐδʼ οἱ ἰατροί, ἔφη, παρὰ τοῖς ὑγιαίνουσιν, ὅπου δὲ οἱ νοσοῦντες, διατρίβειν εἰώθασιν.

πυνθανομένου δέ τινος αὐτοῦ πῶς ἂν δυνηθεῖεν τοὺς Θρᾷκας νικῆσαι, εἰ τὸν ἄριστον, εἶπε, στρατηγὸν καταστήσαιμεν.

ἰατροῦ δʼ ἐπισκεπτομένου αὐτὸν καὶ εἰπόντος, οὐδὲν κακὸν ἔχεις, οὐ γὰρ σοὶ, ἔφη, ἰατρῷ χρῶμαι.