Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Παυσανίας ὁ Κλεομβρότου, Δηλίων δικαιολογουμένων περὶ τῆς νήσου πρὸς Ἀθηναίους καὶ λεγόντων ὅτι κατὰ τὸν νόμον τὸν παρʼ αὐτοῖς οὔθ̓[*](οὔθʼ Bernardakis: οὐδʼ or οὔτε.) αἱ γυναῖκες ἐν τῇ νήσῳ τίκτουσιν οὔθʼ οἱ τελευτήσαντες θάπτονται, πῶς ἂν[*](ἂν added by Cobet.) οὖν, ἔφη, αὕτη πατρὶς ὑμῶν εἴη, ἐν ᾗ οὔτε γέγονέ τις ὑμῶν οὔτʼ ἔσται[*](ἔσται] κείσεται van Herwerden.);

τῶν δὲ φυγάδων αὐτὸν προτρεπομένων ἐπὶ τοὺς Ἀθηναίους ἄγειν τὴν στρατιὰν λεγόντων τε ὅτι τοῖς Ὀλυμπίοις ἀνακηρυττομένου αὐτοῦ ἐσύριττον αὐτὸν μόνοι, τί οὖν οἴεσθε, ἔφη, τοὺς ὅτε εὖ ἔπασχον συρίττοντας παθόντας κακῶς ποιήσειν;ν

πυνθανομένου δέ τινος διὰ τί Τυρταῖον τὸν

ποιητὴν ἐποιήσαντο πολίτην, ὅπως, ἔφη, μηδέποτε ξένος φαίνηται ἡμῶν ἡγεμών.

πρὸς δὲ τὸν ἀσθενῆ μὲν τῷ σώματι, συμβουλεύοντα δὲ πρὸς τοὺς πολεμίους κατὰ γῆν καὶ κατὰ θάλατταν διακινδυνεύειν, θέλεις οὖν, ἔφη, δεῖξαι σεαυτὸν ἐκδύς, οἷος ὢν ἡμῖν μάχεσθαι συμβουλεύεις;ν

θαυμαζόντων δέ τινων ἐν τοῖς λαφύροις τῶν βαρβάρων τὴν πολυτέλειαν τῆς ἐσθῆτος, κρεῖττον ἔφη αὐτοὺς εἶναι, πολλοῦ ἀξίους ἢ κεκτῆσθαι πολλοῦ ἄξια.

μετὰ δὲ τὴν ἐν Πλαταιαῖς κατὰ Μήδων γενομένην νίκην τοῖς ἀμφʼ αὑτὸν ἐκέλευσε τὸ προητοιμασμένον Περσικὸν δεῖπνον παραθεῖναι· τούτου δὲ θαυμαστὴν πολυτέλειαν ἔχοντος, νὴ τοὺς θεούς, ἔφη, λίχνος ἦν ὁ Πέρσης, ὅτι τοσαῦτα ἔχων ἐπὶ τὴν ἡμετέραν ἦλθε μᾶζαν.