Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Πανθοίδας πρεσβεύων εἰς τὴν Ἀσίαν, ἐπιδεικνύντων αὐτῷ τεῖχος ἐχυρόν, εἶπε, νὴ τοὺς θεούς, ὦ ξένοι, καλὴ γυναικωνῖτις.

ἐν Ἀκαδημείᾳ[*](Ἀκαδημεία the usual spelling; ἀκαδημίᾳ.) δὲ τῶν φιλοσόφων διαλεγομένων πολλὰ καὶ σπουδαῖα, ἐπερωτώντων δὲ τὸν Πανθοίδαν μετὰ ταῦτα τί δοκοῦσιν αὐτῷ οἱ λόγοι οὗτοι εἶναι, τί δʼ ἄλλο, ἔφη, ἢ σπουδαῖοι; ὄφελος δʼ οὐδέν, μὴ χρωμένων ὑμῶν αὐτοῖς.