Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Νίκανδρος, εἰπόντος τινὸς ὅτι κακῶς αὐτὸν λέγουσιν Ἀργεῖοι, οὐκοῦν, ἔφη, δίκην τίνουσι τοὺς ἀγαθοὺς κακῶς λέγοντες.

πυθομένου δέ τινος διὰ τί κομῶσι καὶ πωγωνοτροφοῦσιν, ὅτι, ἔφη, πάντων κάλλιστος καὶ ἀδαπανώτατος ἀνδρὶ ὁ ἴδιος κόσμος.

τῶν Ἀθηναίων δὲ εἰπόντος τινός, λίαν ἀντέχεσθε, ὦ Νίκανδρε, τοῦ σχολάζειν, ἀληθίζῃ, ἔφη,. ἀλλʼ οὐχ ὥσπερ ὑμεῖς ὅπως τύχοι σπουδάζομεν.