Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν

ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

ὁ δὲ Λύσανδρος, δεινὸς σοφιστὴς γενόμενος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι.

πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πλεῖστα πράττειν, ὡς ἀνάξιον τοῦ Ἡρακλέους, καὶ δόλῳ οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ,[*](τῇ λεοντῇ] ἡ λεοντῆ, as in Moralia, 190 e, and the Life of Lysander, chap. vii., Car. Schmidt.) προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

Ἐπιμεμφομένων[*](ἐπιμεμφομένων Wyttenbach: ἀπομεμφομένων.) δʼ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε, τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.

νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις, ἑαλώκασιν αἱ Ἀθῆναι.

πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας, σπασάμενος τὴν μάχαιραν, ὁ

ταύτης,[*](ταύτης] ταύτῃ Pantazides.) ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.

τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.

Μεγαρέως δὲ ἀνδρὸς ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπεν, ὦ ξένε, πόλεως δέονται.

ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, εἶπεν, ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι᾽ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;ν

ἐν δὲ Σαμοθρᾴκῃ χρηστηριαζομένῳ αὐτῷ ὁ ἱερεὺς ἐκέλευσεν εἰπεῖν, ὅ τι ἀνομώτατον ἔργον αὐτῷ ἐν τῷ βίῳ πέπρακται. ἐπηρώτησεν οὖν, πότερον σοῦ τοῦτο κελεύοντος ἢ τῶν θεῶν τοῦτο δεῖ ποιεῖν; φαμένου δέ, τῶν θεῶν, σὺ τοίνυν, ἔφη, ἐκποδών μοι μετάστηθι,[*](μετάστηθι Hatzidakis: κατάστηθι.) κἀκείνοις ἐρῶ, ἐὰν πυνθάνωνται.

Πέρσου δʼ ἐρωτήσαντος ποίαν μάλιστα ἐπαινεῖ πολιτείαν, ἥτις, ἔφη, τοῖς ἀνδρείοις καὶ δειλοῖς τὰ προσήκοντα ἀποδίδωσι.

πρὸς δὲ τὸν εἰπόντα, ὅτι ἐπαινοίη αὐτὸν καὶ ὑπερασπάζοιτο, δύο βοῦς ἔχω, ἔφη, ἐν ἀγρῷ·

σιγώντων δʼ ἀμφοτέρων, ἀκριβῶς ἐπίσταμαι τὸν τε ἀργὸν καὶ τὸν ἐργαζόμενον.

λοιδορουμένου δέ τινος αὐτῷ, εἶπε, λέγε πυκνῶς, ὦ ξενύλλιον, λέγε μηδὲν ἐλλείπων, ἄν σου δύνῃ τὰν ψυχὰν κενῶσαι κακῶν, ὧν ἔοικας πλήρης εἶναι.

χρόνῳ δʼ ὕστερον μετὰ τὴν τελευτὴν ἀντιλογίας συμμαχικῆς γενομένης, Ἀγησίλαος ἦλθεν ἐπὶ τὴν τοῦ Λυσάνδρου οἰκίαν, ὅπως τὰ περὶ αὐτῆς γράμματα διασκέψηται· ταῦτα γὰρ παρʼ αὑτῷ κατέσχεν ὁ Λύσανδρος. εὗρε δὲ καὶ βιβλίον γεγραμμένον τῷ Λυσάνδρῳ περὶ τῆς πολιτείας, ὡς χρὴ τῶν Εὐρυπωντιδῶν[*](Εὐρυπωντιδῶν Wyttenbach: εὐρυπρωτιδῶν.) καὶ Ἀγιαδῶν τὴν βασιλείαν ἀφελομένους εἰς μέσον θεῖναι καὶ ποιεῖσθαι τὴν αἵρεσιν ἐκ τῶν ἀρίστων, ἵνα μὴ τῶν ἀφʼ Ἡρακλέους, ἀλλὰ τῶν οἷος[*](τῶν οἷοςLife of Lysander, chap. xxiv.: οἷος.) Ἡρακλῆς, τῇ ἀρετῇ κρινομένων, τὸ γέρας ᾖ, ᾗ κἀκεῖνος εἰς θεῶν τιμὰς ἀνήχθη. καὶ τοῦτον τὸν λόγον ὥρμησε μὲν εἰς τοὺς πολίτας ἐξενεγκεῖν καὶ παραδεικνύναι τὸν Λύσανδρον οἷος ὢν πολίτης διαλανθάνοι, καὶ ἐπὶ διαβολῇ τῶν Λυσάνδρου φίλων. Κρατίδην[*](Κρατίδην] ΛακρατίδανLife of Lysander, chap. xxx.; but the name of Cratidas is recorded as an ephor in an inscription (S.G.D.I. iv. p. 690).) δέ φασι τότε προεστῶτα τῶν ἐφόρων, εὐλαβηθέντα μὴ πείσῃ ἀναγνωσθεὶς ὁ λόγος, ἐπιλαβέσθαι τοῦ Ἀγησιλάου καὶ εἰπεῖν ὡς οὐ δεῖ ἀνορύττειν τὸν Λύσανδρον, ἀλλὰ καὶ τὸν λόγον αὐτῷ συγκατορύττειν, πανούργως καὶ πιθανῶς συντεταγμένον.

τοὺς δὲ μνηστεύσαντας αὐτοῦ τὰς θυγατέρας, εἶτα μετὰ τὴν τελευτὴν πένητος εὑρεθέντος ἀπειπαμένους, ἐζημίωσαν οἱ ἔφοροι, ὅτι πλούσιον μὲν νομίζοντες ἐθεράπευον, δίκαιον δὲ καὶ χρηστὸν ἐκ τῆς πενίας ἐπιγνόντες ὑπερεῖδον.