Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.

πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως, ἔφη, μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν.

μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ, ὅπως,

εἶπε, μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται.

ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως, εἶπε, πλείω τοὺς ἐχθροὺς βλάπτωμεν.[*](βλάπτωμεν E. Kurtz: βλάπτοιμεν.)

ἄλλου δʼ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ἵνα, ἔφη, μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν.

τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ.

πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε[*](μένητεLife of Lycurgus, chap. xix.: ἦτε.) καὶ μὴ μείζων[*](μείζων from μέσδων (sic!) Life of Lycurgus, chap. xix.: μεῖζον.) ἅτερος θατέρου ἐρᾶτε εἶναι.[*](ἐρᾶτε εἶναι F.C.B. from the Life of Lycurgus, chap. xix.; with the omission of one syllable -ατ- gives almost exactly the queer ms. reading ἐρεείνῃ (or ἐρεένει): ἐρέῃ εἶναι Sintenis.)

καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται.

ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ

τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους; ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.

παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον[*](οὔτε γενναῖον supplied by the editors from the Life of Lycurgus, chap. xxii.) οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων εἶναι[*](εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δʼ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum.) δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον[*](εἶναι F.C.B. to fit the construction: ἦν Life of Lycurgus, chap. xxii., from which the sentence εἶναι δʼ ... μεγαλόψυχον is added here by most editors. But the whole paragraph looks like a memorandum.) ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι.[*](ἡγήσεσθαι] ἡγήσασθαι most mss., perhaps rightly.)

πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ὅπως, ἔφη, μὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.

Λύσανδρος, Διονυσίου τοῦ τῆς Σικελίας τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσιν ἱμάτια πολυτελῆ, οὐκ ἔλαβεν εἰπὼν δεδιέναι, μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ τοῦ Διονυσίου δύο στολὰς καὶ κελεύσαντος ἣν βούλεται ταύτην ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν

ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι· καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

ὁ δὲ Λύσανδρος, δεινὸς σοφιστὴς γενόμενος καὶ ἀπάταις τὰ πολλὰ ποικίλλων, τὸ δίκαιον ἐν μόνῳ τῷ λυσιτελεῖ τιθέμενος καὶ τὸ καλὸν ἐν τῷ συμφέροντι, τὸ ἀληθὲς ἔλεγε τοῦ ψεύδους κρεῖττον εἶναι, ἑκατέρου δὲ τῇ χρείᾳ τὴν ἀξίαν καὶ τὴν τιμὴν ὁρίζεσθαι.

πρὸς δὲ τοὺς ψέγοντας αὐτὸν ἐπὶ τῷ διʼ ἀπάτης τὰ πλεῖστα πράττειν, ὡς ἀνάξιον τοῦ Ἡρακλέους, καὶ δόλῳ οὐκ ἄντικρυς κατορθοῦντα, γελῶν ἔλεγεν ὅπου μὴ ἐφικνεῖται τῇ λεοντῆ,[*](τῇ λεοντῇ] ἡ λεοντῆ, as in Moralia, 190 e, and the Life of Lysander, chap. vii., Car. Schmidt.) προσραπτέον εἶναι τὴν ἀλωπεκῆν.

Ἐπιμεμφομένων[*](ἐπιμεμφομένων Wyttenbach: ἀπομεμφομένων.) δʼ ἑτέρων αὐτὸν ἐπὶ ταῖς παραβάσεσι τῶν ὅρκων, οὓς ἐν Μιλήτῳ ἐποιήσατο, ἔλεγε, τοὺς μὲν παῖδας ἀστραγάλοις δεῖ ἐξαπατᾶν, τοὺς δὲ ἄνδρας ὅρκοις.

νικήσας δὲ τοὺς Ἀθηναίους ἐξ ἐνέδρας περὶ Αἰγὸς ποταμοὺς καὶ λιμῷ πιέσας αὐτοὺς παρεστήσατο τὴν πόλιν, καὶ ἔγραψε τοῖς ἐφόροις, ἑαλώκασιν αἱ Ἀθῆναι.

πρὸς Ἀργείους δὲ περὶ γῆς ὅρων ἀμφισβητοῦντας πρὸς Λακεδαιμονίους καὶ δικαιότερα λέγειν αὐτῶν φάσκοντας, σπασάμενος τὴν μάχαιραν, ὁ

ταύτης,[*](ταύτης] ταύτῃ Pantazides.) ἔφη, κρατῶν βέλτιστα περὶ γῆς ὅρων διαλέγεται.

τοὺς δὲ Βοιωτοὺς ἐπαμφοτερίζοντας, ὅτε διῄει τὴν χώραν, ὁρῶν, προσέπεμψε πυνθανόμενος πότερον ὀρθοῖς τοῖς δόρασιν ἢ κεκλιμένοις διαπορεύηται τὴν χώραν αὐτῶν.

Μεγαρέως δὲ ἀνδρὸς ἐν τῷ κοινῷ συλλόγῳ παρρησίᾳ χρησαμένου πρὸς αὐτόν, οἱ λόγοι σου, εἶπεν, ὦ ξένε, πόλεως δέονται.

ἐπεὶ δὲ Κορινθίων ἀφεστώτων διερχόμενος παρὰ τὰ τείχη τοὺς Λακεδαιμονίους ἑώρα προσβάλλειν ὀκνοῦντας, καὶ λαγώς τις ὤφθη διαπηδῶν τὴν τάφρον, οὐκ αἰσχύνεσθε, εἶπεν, ὦ Σπαρτιᾶται, τοιούτους φοβούμενοι πολεμίους, ὧν οἱ λαγωοὶ δι᾽ ἀργίαν τοῖς τείχεσιν ἐγκαθεύδουσιν;ν