Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐκ δὲ ταύτης τῆς συνηθείας φασὶ καὶ Λεωτυχίδην τὸν πρῶτον βασιλέα δειπνοῦντα παρά τινι, καὶ θεασάμενον τῆς στέγης τοῦ οἴκου τὴν παρασκευὴν πολυτελῆ καὶ φατνωματικήν, ἐρωτῆσαι τὸν ξένον εἰ τετράγωνα παρʼ αὐτοῖς ξύλα φύεται.

ἐρωτηθεὶς δὲ διὰ τί ἐκώλυσεν ἐπὶ τοὺς αὐτοὺς πολεμίους πολλάκις στρατεύεσθαι, ἔφη, ἵνα μὴ πολλάκις ἀμύνεσθαι συνεθιζόμενοι ἔμπειροι πολέμου γένωνται. διὸ καὶ Ἀγησιλάου[*](Ἀγεσιλάου or Ἀγεσιλάῳ but usually κατασκευάσαντος; presumably they should agree as in the Life of Lycurgus, chap. xiii.) ἔγκλημα οὐ βραχὺ ἔδοξεν εἶναι, ταῖς εἰς τὴν Βοιωτίαν συνεχέσιν εἰσβολαῖς καὶ στρατείαις τοὺς Θηβαίους ἀντιπάλους Λακεδαιμονίοις κατασκευάσαντος.[*](Ἀγεσιλάου or Ἀγεσιλάῳ but usually κατασκευάσαντος; presumably they should agree as in the Life of Lycurgus, chap. xiii.) τετρωμένον γοῦν ἰδὼν αὐτὸν Ἀνταλκίδας, καλά, εἶπε, τροφεῖα ἀπέχεις, μὴ βουλομένους αὐτοὺς μηδὲ[*](μηδὲ to accord with other quotations of the passage: μήτε.) εἰδότας μάχεσθαι διδάξας.

ἄλλου δὲ ἐπιζητοῦντος, διὰ τί τὰ σώματα τῶν παρθένων δρόμοις καὶ πάλαις καὶ βολαῖς δίσκων καὶ ἀκοντίων διεπόνησεν, ἵνʼ, ἔφη, ἡ τῶν γεννωμένων ῥίζωσις ἰσχυρὰν ἐν ἰσχυροῖς σώμασιν ἀρχὴν λαβοῦσα καλῶς βλαστάνῃ, αὐταὶ τε μετὰ ῥώμης τοὺς τόκους ὑπομένουσαι ῥᾳδίως τε ἅμα καὶ καλῶς ἀγωνίζωνται πρὸς τὰς ὠδῖνας,

καὶ, εἴ τις ἀνάγκη γένοιτο, δύνωνται ὑπὲρ αὑτῶν καὶ τέκνων καὶ τῆς πατρίδος μάχεσθαι.

μεμφομένων δέ τινων τὴν γύμνωσιν τῶν παρθένων ἐν ταῖς πομπαῖς καὶ τὴν αἰτίαν ζητούντων, ἵνʼ, ἔφη, τὰ αὐτὰ τοῖς ἀνδράσιν ἐπιτηδεύουσαι μηδὲν μεῖον ἔχωσι μήτε κατὰ σώματος ἰσχὺν καὶ ὑγίειαν μήτε κατὰ ψυχῆς φιλοτιμίαν καὶ ἀρετήν, δόξης δὲ τῆς παρὰ τοῖς πολλοῖς ὑπερφρονῶσιν. ὅθεν καὶ περὶ Γοργοῦς ἱστορεῖται τῆς Λεωνίδου γυναικὸς τοιοῦτον εἰπούσης γάρ τινος, ὡς ἔοικε ξένης, πρὸς αὐτὴν ὡς μόναι τῶν ἀνδρῶν ἄρχετε ὑμεῖς αἱ Λάκαιναι, ἀπεκρίνατο, μόναι γάρ ἡμεῖς ἄνδρας τίκτομεν.

Εἴρξας δὲ τοὺς ἀγάμους τῆς ἐν ταῖς γυμνοπαιδίαις θέας καὶ ἀτιμίαν προσθείς, πολλὴν πρόνοιαν ἐποιήσατο τῆς παιδοποιίας τιμῆς δὲ καὶ θεραπείας, ἣν νέοι πρεσβυτέροις παρεῖχον, ἐστέρησε, καὶ τὸ πρὸς Δερκυλίδαν ῥηθὲν οὐδεὶς ἐμέμψατο, καίπερ εὐδόκιμον ὄντα στρατηγὸν ἐπιόντι γὰρ αὐτῷ τῶν νεωτέρων τις ἕδρας οὐχ ὑπεῖξεν εἰπών, οὐδὲ γὰρ ἐμοὶ σὺ τὸν ὑπείξοντα ἐγέννησας.

πυνθανομένου δέ τινος, διὰ τί τὰς κόρας ἐνομοθέτησεν ἀπροίκους ἐκδίδοσθαι, ὅπως, ἔφη, μήτε διʼ ἔνδειαν ἄγαμοί τινες ἐαθῶσι μήτε διὰ περιουσίαν σπουδάζωνται, ἕκαστος δὲ εἰς τὸν

τρόπον τῆς παιδὸς ἀφορῶν ἀρετῇ τὴν αἵρεσιν ποιῶνται.[*](ποιῶνται] ποιεῖται in some mss.) διὰ τοῦτο δὲ καὶ τὸν καλλωπισμὸν τῆς πόλεως ἀπήλασεν.

ὁρίσαντος δὲ αὐτοῦ καὶ τὸν χρόνον τῶν τε γαμουμένων καὶ τῶν γαμούντων, πρὸς τὸν ζητοῦντα,[*](ζητοῦντα] Xylander would add τὴν αἰτίαν.) ἵνʼ, ἔφη, τὰ γεννώμενα ἰσχυρὰ ᾖ ἐκ τελείων γεννώμενα.

πρὸς δὲ τὸν θαυμάζοντα, διʼ ὅ τι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετʼ εὐλαβείας συνεῖναι, ὅπως, ἔφη, καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γενόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.

καὶ τὸ μὲν μύρον ἐξήλασεν ὡς τοῦ ἐλαίου φθορὰν καὶ ὄλεθρον, τὴν δὲ βαφικὴν ὡς κολακείαν αἰσθήσεως.

πᾶσι δὲ τοῖς περὶ τὸν τοῦ σώματος καλλωπισμὸν δημιουργοῖς ἀνεπίβατον ἐποίησε τὴν Σπάρτην, ὡς διὰ τῆς κακοτεχνίας τὰς τέχνας λυμαινομένοις.

τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς.[*](αὐταῖς] αὑτοῖς Kronenberg from the Life of Lycurgus, chap. xv.) καὶ

λόγος ἀπομνημονεύεται Γεραδάτα[*](Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv.) τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου, εἶπεν, οὐδείς, ὦ ξένε, γίγνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἂν οὖν γένηται, ταῦρον, ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος, πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας[*](ταῦρον ἐκτίνει μέγαν ... τηλικοῦτος; γελάσας Xylander from the Life of Lycurgus, chap. xv.: the mss. have only ταὐτὸν ἔφη ὁ Γεραδάτας.) ὁ Γεραδάτας[*](Γεραδάτα, Γεραδάτας] Γεράδα, Γεράδας in the Life of Lycurgus, chap. xv.) πῶς γὰρ ἄν, ἔφη, μοιχὸς ἐν Σπάρτῃ γένοιτο ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται;ν