Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν, ἔφη, ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.

πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο, ἔφη, ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δʼ ἐσιώπων[*](δʼ ἐσιώπων Eusebius and Wyttenbach: δὲ σιωπῶν.);

πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δʼ ἐκείνου, τί τοῦτο; μόνος ἥκεις; ἔφη, καὶ γὰρ πρὸς ἕνα.

φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίγνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε, κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ

ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.

ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν, ἔφη.

Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν, ἔφη, οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται.