Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν, ἔφη, τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.

συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς,

ἔφη, τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχησόμεθα;

Προφερομένου[*](προφερομένου Wyttenbach: προσφερομένου.) δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι, προσδέονταί σου, ὦ ξένε, ἔφη, οἱ λόγοι δυνάμεως καὶ χρημάτων.