Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι, μὰ τοὺς θεούς, ἔφη, οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.

τῆς δʼ ἐγγυτέρω πύλης[*](τῆς ... πύλης F.C.B.: τῇ ... πύλῃ.) δράκοντος περὶ τὴν κλεῖν ἑλιχθέντος καὶ τῶν μάντεων τέρας ἀποφαινομένων εἶναι, οὔτι ἔμοιγʼ ἔφη, δοκεῖ, ἀλλʼ εἰ ἡ κλεὶς τῷ δράκοντι περιειλίχθη, τέρας ἂν ἦν.

πρὸς Φίλιππον τὸν ὀρφεοτελεστὴν παντελῶς πτωχὸν ὄντα, λέγοντα δʼ ὅτι οἱ παρʼ αὐτῷ μυηθέντες μετὰ τὴν τοῦ βίου τελευτὴν εὐδαιμονοῦσι, τί οὖν, ὦ ἀνόητε, εἶπεν, οὐ τὴν ταχίστην ἀποθνῄσκεις , ἵνʼ ἅμα παύσῃ[*](ἵνʼ ἅμα παύσῃ Bernardakis: ἵνα ἀναπαύσῃ.) κακοδαιμονίαν καὶ πενίαν κλαίων;ν

πυθομένου δέ τινος διὰ τί τὰ ἀπὸ τῶν πολεμίων ὅπλα τοῖς θεοῖς οὐκ ἀνατιθέασιν, ἔφη ὅτι τὰ διὰ τὴν δειλίαν τῶν κεκτημένων θηραθέντα οὔτε τοὺς νέους ὁρᾶν καλὸν οὔτε τοῖς θεοῖς ἀνατιθέναι.