Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

ἐρωτηθεὶς δὲ τ ι δεῖ μάλιστα μανθάνειν τοὺς ἐλευθέρους παῖδας, ταῦτʼ, ἔφη, ὅσαπερ ἂν αὐτοὺς ὠφελήσειεν[*](ὠφελήσειεν F.C.B.: ὠφελήσειαν.) ἄνδρας γενομένους.

πυνθανομένου δέ τινος διὰ τίνα αἰτίαν ὀλιγοποτοῦσιν οἱ Σπαρτιᾶται, ἔφη, ἵνα μὴ ἄλλοι ὑπὲρ ἡμῶν βουλεύωνται, ἀλλʼ ἡμεῖς ὑπὲρ ἄλλων.

Λεωτυχίδας ὁ Ἀρίστωνος πρὸς τὸν εἰπόντα ὅτι κακῶς αὐτὸν οἱ τοῦ Δημαράτου λέγουσι, μὰ τοὺς θεούς, ἔφη, οὐ θαυμάζω, καλῶς γὰρ λέγειν οὐδεὶς ἂν αὐτῶν δυνηθείη.