Apophthegmata Laconica

Plutarch

Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).

εἰπόντος δέ τινος, διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; οὐδʼ ἂν ἀνέλοιμεν, ἔφη, ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν.

πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι, ἔφη, ἀπὸ δειλῶν ἐστι. [*](Most mss. add also τὰ γοῦν ἀπὸ τῶν κεκτημένων διὰ δειλίαν, κτλ. ... θεοῖς ἀνατιθέναι, as in 224 f (4) infra.)

Κλεομένης ὁ Κλεομβρότου, διδόντος αὐτῷ τινος μαχίμους ἀλεκτρυόνας καὶ λέγοντος ὅτι μαχόμενοι ἀποθνῄσκουσι περὶ νίκης, τῶν κατακτεινόντων τοίνυν αὐτούς, ἔφη, τινὰς δός μοι, ἐκεῖνοι γὰρ τούτων ἀμείνους.

Λαβώτας, μακρολογοῦντός τινος, εἶπε, τί μοι μικρῶν πέρι μεγάλα φροιμιάζῃ, ὅσον γὰρ εἴη πρᾶγμα, τοσοῦτος[*](τοσοῦτος F.C.B.: τοσοῦτον.) καὶ ὁ λόγος ᾧ χρῆσαι.